Ancient Greek
P.Enteux. 59
Documentary Papyri, P.Enteux. 59
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Θεόδοτος, Γαδδαῖος, Φανίας. ἀδικούμεθα ὑπὸ Δημητρίου τινός. μισθώσας γὰρ ἡμῖν τὸν Νικίου κλῆρον καὶ Ἀσκληπιάδου τριακονταρούρων οὓς ἔχουσιν περὶ κώμην Ἡρακλείαν τῆς Θεμίστου μερίδος, εἰς ἔτη β, ἐφʼ ὧι ἄρξει τῆς μισθώσεως ὁ σπόρος ὁ ἐν τῶι κε ἔτει εἰς τὸ κϛ ἔτος, ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν γ, τὸ δεύτερον ἔτος πυρῶν ἀρταβῶν γ 𐅵,καὶ τῆς συγγραφῆς τῆς μισθώσεως διαγορευούσης ἀκίνδυνον πλὴν ἀβρόχου καὶ καταβρόχου, ἡ δυνατὴ σπαρῆναι ἕως Χοίαχ ι, τὴν δὲ μὴ δυνατὴν σπαρῆναι ἕως ι τοῦ Χοίαχ, παραλαβόντας Δημήτριον καὶ ἄλλους κοινοὺς ἄνδρας γ· ἡμῶν δὲ παραλαμβανόντων Δημήτριον ὅπως παραδείξωμεν αὐτῶι τὴν μὴ δυνατὴν σπαρῆναι, οὐ προσέσχηκεν ἡμῶν, βουλόμενος παρασυνγραφεῖν, τὰ δὲ ὅρια ἡμῖν ἃ παρέδειξεν ἐφʼ οἷς συγγεγράμμεθα οὐ βεβαιοῖ. δέομεθά σου, βασιλεῦ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Μελεάγρωι τῶι ἐπιστάτηι κώμης Βουβάστου ἀποστεῖλαι τὸν Δημήτριον ἐπὶ Διοφάνην τὸν στρατηγὸν καί, ἐὰν ἐνδειξώμεθα τὰ διὰ τῆς ἐντεύξεως ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν τὸ δίκαιον ἡμῖν ὑποσχεῖν. τούτου δὲ γενομένου, ἐσόμεθα τοῦ δικαίου τετευχότες. εὐτύχει. Μελεάγρωι. μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Θεόδοτος, Γαδδαῖος, Φανίας πρὸς Δημήτριον περὶ μισθώσεως κλήρου.