Ancient Greek
P.Enteux. 60
Documentary Papyri, P.Enteux. 60
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἰδομενεύς, τῶν ἀπὸ τῆς Χρυσέρμου δωρεᾶς γεωργῶν, ἐκ κώμης Καμίνων. ἀδικοῦμαι ὑπὸ Πετοβάστιος τοῦ Ταῶτος καὶ Ὥρου τοῦ Κελεήσιος, τῶν ἐκ τῆς αὐτῆς κώμης. ἐμοῦ γὰρ μισθωσαμένου ἀπὸ τῆς Χρυσέρμου δωρεᾶς …ἀρούρας β καὶ κατασπείραντός μου τὴν γῆν ἀράκωι, Πετοβάστις καὶ Ὧρος οἱ προγεγραμμένοι κατέκλυσάνμου τὸν σπόρον, ὥστε ἀχρεῖον μου γενέσθαι τὸν ἄρακον, καὶ μὴ δύνασθαι μηδὲ τὰ ἀνηλώματα τὰ γενόμενα εἰς τὴν γῆν κομίσασθαί με. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡφαιστίωνι τῶι ἐπιστάτηι ἀποστεῖλαι Πετοβάστιν καὶ Ὧρον τοὺς ἐγκεκλημένους εἰς Κροκοδίλων πόλιν, ὅπως διακριθῶ αὐτοῖς ἐπὶ Διοφάνους, καί, ἐὰν ἐνδείξωμαι αὐτοὺς κατακεκλυκότας μου τὸν σπόρον, ἐπαναγκασθῆναι αὐτοὺς τὸν ἐμὸν σπόρον ἀναλαβεῖν καὶ τάξασθαι αὐτοὺς τὰ ἐκφόρια, ἀπὸ δὲ ἧς αὐτοὶ γεωργοῦσιν γῆς ἀντιδοθῆναί μοι τὸ ἴσον πλῆθος ἀνθʼ ἧς κατακεκλύκασιν. τούτου γὰρ γενομένου, ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τά τε ἐκφόρια Χρυσέρμωι δυνήσομαι ἀποδοῦναι, ἐγώ τε ἔσομαι τῆς παρὰ σοῦ φιλανθρωπίας τετευχώς. εὐτύχει. Ἡφαιστίωνι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον πρὸς ἐκ τῆς ι τοῦ Χοίαχ ὅπως διακριθῶσιν ἐπὶ τοῦ καθήκοντος κριτηρίου. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Ἰδομενεύς, γεωργὸς τῆς Χρυσέρμου δωρεᾶς, πρὸς Πετοβάστιν καὶ Ὧρον περὶ κατακλυσμοῦ γῆς.