Ancient Greek
P.Enteux. 61
Documentary Papyri, P.Enteux. 61
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν …νος πωλουμένου τοῦ Νικοδήμου …τὴν Φαινίππου κώμην …ἠγόρασα αὐτὸν δραχμῶν σ, τοῦ δὲ κτήματος …ἐγλελειμμένου διὰ τὸ μηθένα προεστηκέναι …Γλαύκων οὐχ οἷός ἐστιν τὴν προσβολὴν …μή ποτε ὁ Νικόδημος ἀφεθεὶς ἐκ τῶν ἔργων ἐπ…α… δέομαι οὖν σου, βασιλεῦ, εἰ καί σοι δοκεῖ, προστάξαι Ἀμμωνίωι τῶι οἰκονόμωι γράψαι Γλαύκωνι τὴν ὠνὴν κατατάξαι μοι ἵνα τὸ κτῆμα κατεργάζωμαι καὶ μὴ καταφθαρῆι, καθάπερ καὶ Ἡρακλείδηι τῶι ἀγοράσαντι τὸν ὑπάρχοντα …ον ἐν τῶι Νέωνος κλήρωι κεχρημάτισται. ἐὰν δὲ ὁ Νικόδημος ἀφεθεὶς καὶ παραγενόμενος ἐν ταῖς ξ ἡμέραις ἐπιλύσασθαι βούληται κατὰ τὸ διάγραμμα, δίδωμι αὐτῶι τὴν ἐπίλυσιν ἀποδόντι τό τε ἀργύριον καὶ τὰ γινόμενα κα…