Ancient Greek
P.Enteux. 75
Documentary Papyri, P.Enteux. 75
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Κρατεύας, Μακεδών, τριακοντάρουρος. ἀδικοῦμαι ὑπὸ Ἁρμιήσιος καὶ ……ν ἐξ Ἀλαβανθίδος ποιμένων. ἐμοῦ γὰρ προεστηκότος τινῶν κλήρων τῶν …τοῦ δὲ κε ἔτους, Φαῶφι ιγ, καταβάντος μου εἰς ἀγρὸν καὶ εὑρόντος τὰ πρόβατα τῶν προγεγραμμένων ποιμένων καταβεβοσκηκότα τὰς νομὰς ἑνὸς κλήρου τοῦ Ἀστεροπαίου …ἐπιτιμῶντος αὐτοῖς καὶ ἐπιμαρτυρομένου, οὐδένα λόγον ποιησάμενοι, προσπηδήσαντές μοι ἔχοντες ῥάβδους πληγάς τέ μοι ἐνέβαλον καὶ τὸ ἱμάτιόν μου ὃ περιεβεβλήμην ἀφείλοντο. ἐμοῦ δʼ ἐλθόντος …καὶ ἐπιδείξαντός μου τὰς πληγὰς Ἡροδότωι τῶι ἐπιστάτηι καὶ ὡς ἤμην γυμνὸς ὑπʼ αὐτῶν …ἐπιπαραγίνεται Χαλῆς τῶν ποιμένων τις φέρων τὸ ἱμάτιόν μου ὃ καὶ ἐκομισάμην …ἐπέδωκα ἔντευξιν Διοφάνει τῶι στρατηγῶι, ἣν χρηματίσας ἀπέστειλε Ἡροδότωι τῶι ἐπιστάτηι· Ἡρόδοτος δὲ ὀλιγώρως χρησάμενος παρείλκυκέ με ἕως τοῦ νῦν. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι μὴ περιιδεῖν με ἀνόμως ὑβρισμένον ὑπὸ τῶν ποιμένων ἀλλὰ γράψαι Ἡροδότωι τῶι ἐπιστάτηι μὴ ὀλιγώρως χρήσασθαι, ἀλλʼ ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην καὶ, ἐὰν φαίνωνται τάς τε νομὰς καταβεβοσκηκότες καὶ ἐμὲ ὑβρικότες καὶ ἐγδεδυκότες, τῶν μὲν νομῶν …περὶ δὲ τῆς ὕβρεως Διοφάνην διαγνῶναι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα, τοῦ δικαίου καὶ βοηθείας τεύξομαι. εὐτύχει. Ἡροδότωι. …ς ἵνα μὴ πλεονάκι περὶ τῶν αὐτῶν ἐντυγχάνηι. …ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Κρατεύας πρὸς Ἁρμιῆσιν …περὶ κλήρων …