Ancient Greek
P.Enteux. 76
Documentary Papyri, P.Enteux. 76
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Πετεσοῦχος …ἀδικοῦμαι ὑπὸ Πτολεμαίου τῶν ἐκ Κερκεσούχων ἐπιγόνων, τῆς Ἡρακλείδου μερίδος …των …υ…ων με καθήμενον ἐργαζόμενον …ὃ ἂν τύχοι μου μέρος τοῦ σώματος …πλη…υτ… πληγὰς ἐνέβαλεν π… ταῦτα δʼ ἔπραξεν τῆι βίαι χρώμενος. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Δεινίαι τῶι ἐπιστάτηι ἀποστεῖλαι Πτολεμαῖον ἐπὶ Διοφάνην κριθησόμενόν μοι καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ …ἂν Διοφάνης συγκρίνηι, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου. εὐτύχει. Δεινίαι. …ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. ἔτους α, Γορπιαίου λ, Τῦβι ιγ. Πετεσοῦχος πρὸς Πτολεμαῖον περὶ πληγῶν.