Ancient Greek
15.3.61 to 15.4.86
Documentary Papyri, P.Fam.Tebt. 15.3.61-15.4.86
Not analysed yet
ἐφʼ ὃν χρόνον περιῆν παρεδόθη, εἰς ἃ οὐκ ὀλίγα χρήματα ἀνηλώθη ὑπὸ μόνου τοῦ Πρωτογένους. ἀποθανόντος δὲ αὐτοῦ ἐπὶ ἤδη ἀποθανόντι Ἰσιδώρῳ, τὰ λοιπὰ τῶν βιβλίων ἄχρι νῦν ἀπαράδοτά ἐστιν. ὧν χάριν ἐπηρεαζόμεθα καὶδιὰσυκοφαντίαν ἐκκείμεθα τοῖς πονηροτάτοις ἀνθρώπων οἵτινες διὰ ἀναφορίων καὶ διὰ στρατηγίας τὰ διεφθαρμένα τῶν βιβλίων διαβάλλουσιν. ἡμεῖς μὲν οὖν κληρονόμοι ὄντες κινδυνεύοντες ἐκβαρύνεσθαι, οὐκ ἀναλογούσης ἡμῶν τῆς οὐσίας εἰς τὴν παράδοσιν τῶν βιβλίων· πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἡ βιβλιοθήκη καὶ πολλάκις διὰ παλαίωσιν κατέπεσεν καὶ τὸ τελευταῖον διʼ ἀνοικοδομὴν θεάτρου μετεποιήθη, ὧν χάριν ἐξ ἀνάγκης καὶ διὰ τὰς πτώσεις καὶ διὰ τὴν ἔπειξιν τῆς ἀνοικοδομῆς τοῦ θεάτρου ἄρδην τῶν βιβλίων ἀπὸ τόπων εἰς τόπους ἀνεπιτηδείους πολλάκις μετενεγχθέντων καὶ ἐπαλλήλων καὶ ἀσυνθέτων διὰ τὸ πλῆθος κειμένων τῷ τὸν νομὸν μέγιστον εἶναι, καθημερινῆς προαιρέσεως ὑπʼ αὐτῶν γεινομένης καὶ τῆς τοιαύτης ὕλης εὐδιαφθόρου οὔσης, συνέβη τὰ μὲν αὐτῶν ἐκ μέρους διεφθάρθαι, ἔνια δὲ καὶ ἄναρχα γενέσθαι, τινὰ δὲ καὶ παρεκπεπτωκέναι· ἐπὶ σὲ τὸν πάντων βοηθὸν καὶ σωτῆρα προσεφύγαμεν καὶ παρακαλοῦμεν ἐάν σου δόξῃ τῇ πρὸς πάντας εὐεργεσίᾳ καὶ εὐνοίᾳ κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῷ ἐπαναγκάσαι τοὺς νυνὶ βιβλιοφύλακας τῶν δημοσίων λόγων τὰ ὄντα βιβλία ὅποιά ἐστιν παραλαβεῖν κοινῶς παρʼ ἡμῶν, ἵνʼ ὦμεν εὐεργετημένοι. ἀντίγραφον ἐπιστολῆς· Ἰουνίωι Ῥούφωι τῶι κρατίστωι ἡγεμόνι Ἰσίδωρος καὶ Πρωτογένης γενόμενοι βιβλιοφύλακες δημοσίων λόγων Ἀρσινοΐτου χαίρειν. Μεττίου Ῥούφου τοῦ ἡγεμονεύσαντος διαλογιζομένου τοῦ νομοῦ καὶ ἐπενεγχθέντος αὐτῶι ἐκ τῆς βιβλιοθήκης βιβλίου ἀνάρχου, ἐπιζητήσαντος δὲ τὴν αἰτίαν διʼ ἣν ἄναρχόν ἐστιν, ἐπεδείξαμεν μὴ μόνον αὐτὸ εἶναι ἐν τῶι βιβλιοφυλακείῳ ἄναρχον ἀλλὰ καὶ ἄλλα πλεῖστα, οὕτως καὶ ἡμῖν παραδοθέντα ὑπὸ τῶν προτέρων Ἀπίωνος καὶ Ἰσιδώρου. καὶ Μέττιος ἐκέλευσεν ἐλθόντα τὸν περιόντα Ἀπίωνα λόγον ἀποδοῦναι τοῦ τοιαῦτα παραδεδωκέναι βιβλία. οἱ δὲ μεθʼ ἡμᾶς κατασταθέντες βιβλιοφύλακες Ἡλιόδωρος καὶ Ζώπυρος ἠξίωσεν ὁ μὲν εἷς αὐτῶν Ἡλιόδωρος τὸν Μέττιον, ὁ δὲ ἕτερος Ζώιπυρος σὲ τὸν κύριον περὶ τῶν ἐν τῇ βιβλιοθήκῃ ἀνάρχων καὶ διεφθαρμένων. καὶ ἔγραψεν ὁ Μέττιος Ἀρχελάῳ τῷ στρατηγήσαντι ἐπιστῆναι ἡμῖν ἵνʼ ἐγλάβωσι ἐκ τῶν ἐν Ἀλεξανδρείᾳ κατακεχωρισμένων λόγων τὰ ἐνλείποντα καὶ προσπληρώσωμεν τὰ ἐν τῆι βιβλιοθήκῃ ἄναρχα βιβλία. καὶ σὺ δὲ ὁ κύριος ἔγραψας Κλαυδίωι Ἑρμίᾳ τῶι στρατηγήσαντι τὰ ἀκόλουθα τοῖς ὑπὸ Μεττίου γενέσθαι. ἐπεὶ οὖν, ἡγεμὸν μέγιστε, οἱ περὶ τὸν Ἡλιόδωρον καινῶς τοῦτο παρὰ τὸ ἔθος ἐπεζήτησαν