Ancient Greek
15.4.87 to 15.4.109
Documentary Papyri, P.Fam.Tebt. 15.4.87-109
Not analysed yet
ἡμεῖς δὲ αὐτοὶ κατεστάθημεν πρὸ πολλῶν ἔτι πάλαι χρόνων παραλαμβάνοντες παρὰ τῶν προτέρων βιβλιοφυλάκων πλεῖστα ἄναρχα, τινὰ δὲ καὶ διεφθαρμένα, ἃ δὲ καὶ συνκεκολλημένα, τῶν δὲ κατὰ καιροὺς στρατηγῶν καὶ βασιλικῶν γραμματέων κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡμῖν παραδεδωκότων τὰ βιβλία ὅποιά ἐστιν καὶ διὰ τὸ πλῆθος τῶν βιβλίων ἀσύνθετα καὶ ἐπάλληλα αὐτὰ κεῖσθαι, συνέβη καὶ διὰ τὴν πλείστην καὶ ἐπάλληλον, τοῦ νομοῦ μεγίστου ὄντος, καθημερινὴν προαίρεσιν ἕτερα τῶν βιβλίων ἃ μὲν μὴ σῴζεσθαι πολλῷ χρόνῳ διαφθαρέντα, ἃ δὲ καὶ ἀπὸ μέρους διεφθάρθαι, τινὰ δὲ καὶ κεφαλόβρωτα γεγονέναι, ὀκταετίας ἄλλης διελθούσης, ἀφʼ ἧς τῆς τάξεως ἀπέστημεν καὶ τῶν βιβλίων ὁμοίως ἔτι μᾶλλον ὑπὸ χεῖρα σκυλλομένων καὶ διαφθειρομένων, δεόμεθα ἐάν σοι δόξηι τῇ εὐμενεστάτηι πρὸς πάντας προνοίᾳ καὶ εὐεργεσίᾳ κελεῦσαι γραφῆναι Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἡρακλείδου μερίδος ἐπαναγκάσαι τοὺς περὶ Ἡλιόδωρον ἤδη ποτὲ τὴν παράδοσιν ποιήσασθαι καὶ τὰ μὲν σῳζόμενα ὡς περιέχει παραλαβεῖν, τὰ δὲ λοιπὰ διεφθορότα καὶ ἄναρχα οἷά ἐστιν. ὑπετάξαμεν δέ σοι καὶ περὶ ὁμοίου ἐπιστολὴν ἀντίγραφον. πρὸ πάντων ἐρρῶσθαί σε εὐχόμεθα. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Παχὼν εἰκάδι. ἀντίγραφον ἐπιστολῆς ὁμοιώματος· Λαβέριος Μάξιμος Πομπηΐωι Διονυσοδώρῳ στρατηγῶι Ὀξυρυγχείτου χαίρειν. τὸ δοθέν μοι ἀναφόριον ὑπὸ Ἡρακλείδου δημοσίου βιβλιοφύλακος ἔπεμψά σοι. εἰ οὖν φησι Διονύσιον Δωρίωνος τὸν προσκατασταθέντα αὐτῶι ἐξ ἧς ἔπεμψας ἐπιστολῆς βιβλιοφύλακα μὴ παραλαμβάνειν τὰ βιβλία, βούλομαί σε ἐπιστῆναι ὅπως τὴν παράδοσιν ποιήσηται. ἐὰν δὲ ὥσπερ τὸ ἀναφόριον περιέχει, κατὰ τοῦτο περιίστηται ὁ Διονύσιος, ἐκζητῶν διακόλλησιν τῶν βιβλίων γενέσθαι καὶ ἀναγραφήν, οὐ δοκεῖ μέν μοι ἄδικον ἐπιζητεῖν, σὺ δὲ ἀκριβέστερον ἐξέτασον παραζεύξας αὐτοῖς τινα τῶν σῶν παρακολουθητήν, ὅπως τὰ μὲν δυνάμενα τῶν βιβλίων διακολληθῇ, τὰ δὲ μὴ δυνάμενα ὅποια ἐὰν ᾖ καταλειφθῇ, ἀναγραφὴ δὲ πάντων Διονυσίωι μεταδοθήτω. ἔρρωσο. ἔτους β Δομιτιανοῦ Ἐπὶφ ιε. ἀντίγραφον ἐπιστολῆς ἀντιγραφείσης πρὸς τὰς ἐπάνω. Εἰούνιος Ῥοῦφος Ἀρρείωι Ἡρακλείδηι στρατηγῶι Ἀρσινοΐτου Ἡρακλείδου μερίδος χαίρειν. ἧς ἔγραψάν μοι Ἰσίδωρος καὶ Πρωτογένης γενάμενοι βιβλιοφύλακες δημοσίων λόγων ἐπιστολῆς ἀντίγραφον ἔπεμψά σοι βουλόμενός σε ἐπαναγκάσαι Ἡλιόδωρον καὶ Ζώπυρον τὴν παράληψιν τῶν ὄντων παρʼ ἑαυτοῖς βιβλίων ποιήσασθαι καὶ φροντίσαι ἵνα τὰ δυνάμενα ἐξ αὐτῶν διακολληθῇ. ἔρρωσο. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Παῦνι κζ.