Ancient Greek
P.Fam.Tebt. 31
Documentary Papyri, P.Fam.Tebt. 31
Not analysed yet
Δεῖος Δωρᾶτος τῶν ἐκ τοῦ ἀριθμοῦ τοῦ Ἀρσεινοείτου Ἡρακλείδῃ τῷ καὶ Οὐαλερίῳ Ἡρακλείδου καὶ ἑτέρῳ Ἡρακλείδῃ τῷ καὶ Οὐαλερίῳ Λυσιμάχου τοῖς δυσὶ Ἀντινοεῦσι χαίρειν. ὁμολογῶ μὴ ἐνκαλεῖν ὑμῖν περὶ ὧν ἔχω ἐν τόποις ὑμῶν ἐν κώμῃ Τεβτύνει συμποσίου καὶ καταγαίου σκευῶν πάντων ἀντὶ ὧν ὀφείλω ἐνοικίων ἔτι ἀντὶ ἀπὸ τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ μέχρι τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου διὰ τὸ ἐπὶ τούτοις πρὸς ἀλλήλους σ υμπεφωνηκέναι. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσωρὴ β… ὀκτωκαιδεκάτῃ.