Ancient Greek
P.Fam.Tebt. 32
Documentary Papyri, P.Fam.Tebt. 32
Not analysed yet
ἐξ ἐπικρίσεως ἐφήβων ἐνάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου· Φιλοσάραπις Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου Ἡρακλείδου μητρὸς Ἡρακλείας Ἑρμίου ἐτῶν ιδ. γνωστῆρες· Νεμεσάμμων Δημητρίου Ἀθηναιεὺς ὁ καὶ Ἀρτεμείσιος, Ποσιδώνιος ὁ καὶ Τούρβων Ἁρποκρατίωνος Ὀσειραντινόειος ὁ καὶ Παρράσειος, …Κάστορος Αἰλιεὺς ὁ καὶ Πολιεύς. ἀντίγραφον ὑπογραφῆς τοῦ κρατίστου ἐπιστρατήγου Μινικίου Κορελλιανοῦ οὕτως ἐχούσης· παρεδέχθη. Ἀπολλώνιος βουλευτὴς καὶ βιβλιοφύλαξ πολιτικῶν· …ἔστιν ἐν καταχωρισμῷ. Φιλοσέραπις Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου Ἡρακλείδου Ματίδιος ὁ καὶ Καλλιτέκνιος.