Ancient Greek
P.Fam.Tebt. 39
Documentary Papyri, P.Fam.Tebt. 39
Not analysed yet
ιβ ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀριθμήσεως Παχών. διέγραψεν Σαραπάμμωνι καὶ μετόχοις πράκτορσιν ἀργυρικῶν Τεπτύνεως Λυσίμαχος Διδύμου ἀριθμητικοῦ κατοίκων ιβ ἔτους ῥυπαρὰς δραχμὰς ἕξ, γίνονται δραχμαὶ ϛ, καὶ εἰς Ἡράκλειαν Ἑρμοῦ ναυβίου κατοίκων χαλκοῦ δραχμὰς ροε, προσδιαγραφόμενα χαλκοῦ δραχμὰς κ, κολλύβου χαλκοῦ δραχμὰς ε, συμβολικὰ ὀβολὸν, καὶ εἰς Νινναροῦν Ὀρσενούφεως ὁμοίως χαλκοῦ δραχμὰς τιε, προσδιαγραφόμενα χαλκοῦ δραχμὰς λε, κολλύβου χαλκοῦ δραχμὰς ι, συμβολικὰ ὀβολὸν, ἐναφεσίων χαλκοῦ δραχμὰς ρκε, προσδιαγραφόμενα χαλκοῦ δραχμὰς κε, κολλύβου χαλκοῦ δραχμὰς ε, συμβολικὰ ὀβολὸν ἔτους ια Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ ἀριθμήσεως. διέγραψεν Ἥρωνι πράκτορι ἀργυρικῶν Κερκεσήφεως Ἡράκλεια Ἑρμοῦ ναυβίου κατοίκων ια ἔτους χαλκοῦ δραχμὰς τκ, προσδιαγραφόμενα δραχμὰς λε, κολλύβου α, συμβολικὰ ὀβολὸν. ιβ ἔτους ἡ αὐτὴ ναυβίου κατοίκων τοῦ αὐτοῦ ιβ ἔτους ἀριθμήσεως Παχὼν χαλκοῦ δραχμὰς τκ, προσδιαγραφόμενα λε, κολλύβου ι συμβολικὰ ὀβολὸν.