Ancient Greek
P.Fam.Tebt. 40
Documentary Papyri, P.Fam.Tebt. 40
Not analysed yet
ἀντίγραφον· Φιλαντίνοος ὁ καὶ Νιλάμμων Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου Ματίδιος ὁ καὶ Καλλιτέκνειος Λυσιμάχῳ τῷ καὶ Διδύμῳ ἀδελφῷ τῶν αὐτῶν γονέων τῆς αὐτῆς φυλῆς καὶ δήμου χαίρειν. ἐπεὶ ὑπεθέμην τρίτον μέρος κοινῆς ἡμῶν παιδίσκης ὀνόματι Μαρτίλλης δανειστῇ τινι ἐν τῷ Ἀρσινοείτῃ πρὸς κεφαλαίου ἀργυρίου δραχμάς, καὶ μέχρι νῦν ἡ παιδίσκη παρὰ τῷ δανειστῇ ἐστιν, σύ δὲ προφέρει τὴν ὁλόκληρον παιδίσκην αὐτῷ τεθεῖσθαι ὑπʼ ἐμοῦ, ὁμολογῶ ἐπάναγκον παροίσειν σοι ἀντίγραφον τῆς γεναμένης ὑποθήκης αὐτῆς ὡς πρόκειται μόνου τρίτου μέρους μέχρι …Φαμενὼθ τοῦ ἐνεστῶτος ιδ ἔτους, ἀπολαμβάνων ταῦτά μου τὰ γράμματα. ἐὰν δὲ μὴ παρενέγκω, ἀποδώσω σοι ὑπὲρ ἡμίσους μέρους τῆς ὑπαλλαγῆς ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ τὸ ἐπίτιμον …σ…θαι π…πλους …γραμμα…υ…ς εξ…ε…μειν ἀργύριον