Ancient Greek
P.Fam.Tebt. 45
Documentary Papyri, P.Fam.Tebt. 45
Not analysed yet
…ἀρουρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς καιροῖς βλάβος μηδὲν ποιῶν καὶ τὰ ἐκφόρια ἀποδώσω τοῖς περὶ τὸν Οὐαρέλιον κατὰ τὸ ἥμισυ μέρος καὶ τοῖς περὶ τὴν Ἡράκλειαν κατὰ τὸ λοιπὸν ἥμισυ μέρος μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς Κερκεσούχων μέτρῳ τετραχοινίκῳ θησαυροῦ τῆς κώμης, τῆς μετρήσεως γεινομένης διά τινος τῶν σῶν, πρὸς ἐμὲ ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ καὶ ὀνηλατικοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ὑμᾶς. καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ συνκομιδῆς πυροῦ, ἐὰν φαίνηται μισθῶσαι. Πισάεις ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους λα Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιδ.