Ancient Greek
P.Fam.Tebt. 46
Documentary Papyri, P.Fam.Tebt. 46
Not analysed yet
ἔτους β Μεχείρ. διέγραψεν Μέλανι Ἀμμωνίου καὶ Διοδώρῳ ἐπιτηρηταῖς ἱερατικῶν ὠνῶν Τεπτύνεως καὶ τῶν συνκυρουσῶν κωμῶν Νεῖλος Πάτρωνος ἐπὶ λόγου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Φαμενὼθ ἀριθμήσεως Φαμενὼθ ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, Παχὼν ἀριθμήσεως Φαρμοῦθι ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, Παῦνι ἀριθμήσεως Παχὼν ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, Παῦνι ἀριθμήσεως Ἐπεὶφ ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, γ ἔτους θὼθ ὑπὲρ β ἔτους ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, γ ἔτους Ἁθὺρ ὑπὲρ β ἔτους ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, γ ἔτους Μεχεὶρ ὑπὲρ β ἔτους τὰς λοιπὰς δραχμὰς δύο ὀβολοὺς δύο, γίνονται δραχμαὶ β διώβολον