Ancient Greek
P.Fam.Tebt. 52
Documentary Papyri, P.Fam.Tebt. 52
Not analysed yet
Φιλωτᾷ τῷ καὶ Δημητρίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Πολέμωνος μερίδος καὶ κωμογραμματεῖ κώμης Ταλεί παρὰ Νειλάμμωνος Ἀντινοέως διὰ τῶν τέκνων. ἀπογραφόμεθα κατὰ τὰ κελευσθέντα τὰς ὑπαρχούσας ἡμῖν περὶ τὴν προκιμένην κώμην Ταλεί κλήρου κατοικικοῦ ἀρούρας ιϛ ἐν τόπῳ Ἀνεσήου λεγομένῳ ἠβροχισκυίας πρὸς τὸ ἐνεστὸς ιϛ ἔτος. ἀπεγράφη παρὰ βασιλικῷ γραμματεῖ ἔτους ιϛ Φαμενὼθ λ. ἀπεγράφη παρὰ κωμογραμματεῖ τῇ αὐτῇ ἡμέρᾳ ἄχρι ἐξετάσεως.