Ancient Greek
P.Fam.Tebt. 53 a
Documentary Papyri, P.Fam.Tebt. 53a
Not analysed yet
Ἡράκλεια ἡ καὶ Ἀρσινόη διὰ τοῦ πατρὸς Ἡρακλείδου τοῦ καὶ Διδύμου Ἕλληνος ἀπὸ τοῦ Ἀρσινοίτου Φιλοσαράπιδι Λυσιμάχου Ἀντινοεῖ ἐπιτρόπῳ Ἰουλίου τοῦ καὶ Ἡρώδου χαίρειν. ἀπέσχον παρά σου τὰ τροφεῖα τοῦ προκειμένου ἀφήλικος σὺν τῇ παιδίσκῃ, τὰ τροφεῖα καὶ ἱματισμὸν ἀπὸ τῆς καταστάσεώς σου μέχρι Παῦνι τοῦ διεληλυθότος ἑκκαιδεκάτου ἔτους ὡς τοῦ μηνὸς δραχμῶν εἴκοσι ὀκτώ. ἔτους ἑκκαιδεκάτου Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Καίσαρος Σεβαστοῦ Παῦνι …Ἡράκλεια ἡ καὶ Ἀρσινόη ἡ προκειμένη διὰ τοῦ αὐτοῦ πατρὸς Ἡρακλείδου τοῦ καὶ Διδύμου ἔσχον παρά σου εἰς λόγον τροφῶν καὶ ἱματισμοῦ τοῦ ἀφήλικος μου υἱοῦ Ἰουλίου …