Ancient Greek
P.Fam.Tebt. 54
Documentary Papyri, P.Fam.Tebt. 54
Not analysed yet
Αὐρηλίῳ Ὀννῶφρι αὐλητῇ τὴν ἐργασίαν παρὰ Αὐρηλίου Φιλοσαράπιδος Λυσιμάχου Ἀντινοέως. ἑορτῆς οὔσης ἐν κώμῃ Τεβτύνει καὶ εὐωχουμένων ἡμῶν ἀπὸ τῆς κη τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος γ ἔτους ἔτι τε καὶ κλιν…ξοντός μου ἅμα ἑτέροις, βούλομαί σε παραλαβεῖν σὺν ἑτέροις τρισὶ τελείοις λειτουργήσαντας ἐπὶ ἡμέρας ἓξ λαμβανόντων ὑμῶν παρʼ ἐμοῦ ὑπὲρ μισθοῦ ἑκάστης ἡμέρας δραχμὰς δέκα ὀκτὼ λειτουργοῦντων ὑμῶν ἄνευ μισθοῦ ἄλλην ἡμέραν μόνην· ἀλλὰ καὶ δώσω ὑμῖν ὑπὲρ θαλίων δραχμὰς ἓξ καὶ δώσω ὑμῖν ὑπὲρ ἀναβάσεως καὶ καταβάσεως δραχμὰς δύο · ὅσα δὲ ἐὰν κατέρχησθε ἔχοντες ἀργαλεῖα τῆς αὐτῆς τέχνης, ταῦτα σῶα ὑμῖν ἅπαντα ἀποδώσομεν. Αὐρήλιος …ρ…σω…αβ υ…