Ancient Greek
P.Fam.Tebt. 55
Documentary Papyri, P.Fam.Tebt. 55
Not analysed yet
ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ …α. Αὐρήλιος Πωλίων καὶ μέτοχοι σιτολόγοι κώμης Τεπτύνεως μεμετρήμεθα ἀπὸ γενήματοςτοῦ διεληλυθότος γ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ εἰς Αὐρήλιον Κρονίωνα μητρὸς Ἀρτεμιδώρας διὰ Αὐρηλίου Φιλοσαράπιδος Λυσιμάχου Ἀντινοέως ὑπὲρ κληρούχων τῆς κώμης πυροῦ ἀρτάβας ἕξ γίνονται πυροῦ ἀρτάβαι ϛ. Αὐρήλιος Πι…νας ἀγορανόμος βουλευτὴς διʼ ἐμοῦ Αὐρηλίου Ἁρποκρατίωνος …σεσημείωμαι.