Ancient Greek
P.Fay. 100
Documentary Papyri, P.Fay. 100
Not analysed yet
Ἀφροδοῦς Σατύρου μετὰ κυρίου τοῦ συνγενοῦς Ἀμμωνίου τοῦ Ἡρακλείδου Σαμβᾷ τῷ καὶ Διδύμῳ τραπεζίτῃ χαίρειν. χρημάτισον Χαριτίῳ τῇ καὶ Τασουχαρίῳ Χαριδήμου καὶ Χαριτίῳ Διδύμου μετὰ κυρίων ἑκάστης τοῦ ἀνδρός, τῇ μὲν Χαριτίῳ τῇ καὶ Τασουχαρίῳ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου, τῇ δὲ ἑτέρᾳ Χαριτίῳ Ἥρωνος τοῦ Διδύμου, τιμὴν ἡμίσους μέρους οἰκίας καὶ αὐλῆς καὶ τόπων καὶ τῶν συνκυρόντων πάντων ἐν κώμῃ Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος ἀκολούθως ταῖς γεγονυίαις εἰς αὐτὰς παλαιαῖς καταγραφαῖς, ἃς ἔχεις μου ἐν θέματι ἀργυρίου δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ. ἔτους β Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι κη. Χαρίτιον Διδύμου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἥρωνος τοῦ Διδύμου καταχώρισον, καὶ ἀνῄρημαι τὰς ἐπιβαλλούσας μοι ἀργυρίου δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ. Ἥρων ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι κη. Χαρίτιον ἡ καὶ Τασουχάριον Χαριδήμου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀπολλωνίου τοῦ Ἀπίωνος ἀνῄρημαι τὰς δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ. Ἀπολλώνιος ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίας γράμματα.