Ancient Greek
P.Fay. 99
Documentary Papyri, P.Fay. 99
Not analysed yet
Διδύμη ἡ καὶ Ματρώνα Ἀσκληπιάδου μετὰ κυρίου τοῦ κατὰ μητέρα μου ἀνεψιοῦ Ἥρωνος τοῦ Ἀπολλωνίου Ἥρωνι Σαταβοῦτος γεωργῷ χαίρειν. ἀπέχω παρὰ σοῦ τὰ ἐκφόρια τοῦ κβ ἔτους οὗ γεωργεῖς μου κλήρου …ἀρτάβας δύο τέταρτον ,τῆς ἀρταβείας καὶ τοῦ ναυβίου ὄντος πρὸς σὲ τὸν Ἥρωνα. ἔτους κβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπὶφ κη.