Ancient Greek
P.Fay. 11
Documentary Papyri, P.Fay. 11
Not analysed yet
Φιλομήτορσι Σωτῆρσι χαίρειν Δημήτριος …κάτοικος τῶν πεζῶν τῶν κατοικούντων ἐν Εὐημερίᾳ τῆς Θεμίστου μερίδος. ἐν τῷ Χοίαχ μηνὶ τοῦ ν ἔτους ἐδάνεισα Θεοτείμῳ Φιλέου Πέρσῃ τῆς ἐπιγονῆς τῶν κατοικούντων ἐν Θεαδελφείᾳ τῆς αὐτῆς μερίδος τοῦ Ἀρσινοίτου πυρῶν ἀρτάβας ζ 𐅵,καὶ ἐν τῶι Μεχεὶρ μηνὶ τοῦ αὐτοῦ ἔτους ἄλλας ἀρτάβας με, ὁμοίως δὲ καὶ ἐν τῷ Φαῶφι μηνὶ τοῦ να ἔτους ἄλλας ἀρτάβας κε, τὰς δὲ πάσας πυρῶν ἀρτάβας οζ 𐅵,κατὰ συγγραφὰς τρεῖς, διὰ μὲν μιᾶς ζ 𐅵,διʼ ἑτέρας με, διʼ ὧν ἐδηλώθη ἄλλα τε καὶ ποιήσασθαί μοι αὐτὸν τὴν ἀπόδοσιν τῶν προκειμένων ἀρταβῶν οζ 𐅵ἐν τοῖς διὰ τῶν συμβολαίων ὁρισθεῖσιν χρόνοις ἢ ἐκτεῖσαί μοι ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς Γ. τούτων δʼ ὄντων καὶ τῶν τῆς ἀποδόσεως χρόνων διεληλυθότων καὶ ἄλλων ἐπιγεγονότων πλειόνων ὁ ἐνκαλούμενος πλεονάκις ἀπῃτημένος οὐχ ὑπομένει ἑκουσίως ἀποδιδόναι, κατανωτιζόμενος τὸ καλῶς ἔχον καὶ τὰς συναλλάξεις. διὸ τὴν ἐφʼ ὑμᾶς καταφυγὴν πεποιημένος δέομαι ἀποστεῖλαί μου τὴν ἔντευξιν ἐπὶ τοὺς ἐπὶ τῶν τόπων χρηματιστάς, ὧν εἰσαγωγεὺς Δωσίθεος, ὅπως διαλέξαντες αὐτὴν εἰς κατάστασιν καὶ ἀνακαλεσάμενοι τὸν Θέωνα διὰ Δημητρίου λογευτοῦ κρίνωσιν πραχθῆναί μοι αὐτὸν τὴν ὡρισμένην τιμὴν τῆς ἀρτάβης υγ Γ δραχμάς, τὰ συναγόμενα χαλκοῦ τάλαντα λη δραχμὰς Δφ, ἀκολούθως ταῖς συγγραφαῖς. τούτων δὲ γενομένων ἔσομαι βεβοηθημένος. εὐτυχεῖτε.