Ancient Greek
P.Fay. 12
Documentary Papyri, P.Fay. 12
Not analysed yet
βασιλίσσῃ Κλεοπάτρᾳ θεᾷ Εὐεργέτιδι καὶ βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι χαίρειν Θεότιμος Φιλέου Μυσὸς τῆς τετάρτης ἱππαρχίας ἑκατοντάρουρος τῶν ἐκ Θεαδελφείας τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου. ἐν τῶι Ἐπεὶφ μηνὶ τοῦ ιγ τοῦ καὶ ι ἔτους Διοκλείους τοῦ Ἀλεξάνδρου Πέρσου τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς οὐκ ἀπὸ τοῦ βελτίστου ἀναστρεφομένων ἀδικήματα εἴς με ἔτι ἀλλα συντελεσαμένου ἐπέδωκα κατʼ αὐτοῦ περὶ τούτων τὰς εἰθισμένας προσαγγελίας. οὐκ αἰδεσθεὶς δὲ τοῦτο ἀλλὰ καὶ προσλαβόμενος συνεργὸν Ἀμμώνιον Ἀμμωνίου Πέρσην τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς καὶ τῆι …τοῦ Μεχεὶρ τοῦ ἐνεστῶτος ἔτους ἐπελθόντες ἐπὶ τὴν ὑπάρχουσάν μοι ἐν τῆι κώμηι οἰκίαν καὶ ἐκκαλεσάμενοί με …σὺν τούτοις καὶ ἑτέρους συμπαρόντας ὑπό τε τῶν αὐτῶν οὐ τυχόντως πλεῖστα κακολογηθεὶς ἐκ κοινολογίας τῆς συνσταθείσης πρὸς αὐτοὺς …φοις καηυαλι…ν ἀλλὰ καὶ ἤγαγον μεθʼ ὕβρεως καὶ πληγῶν καὶ συνκλείσαντές με εἰς τὴν Ἀμεννέως τινὸς οἰκίαν ἐξέδυσαν ὃ περιεβεβλήμην ἱμάτιον καὶ τοῦτο ἀπηλλάγησαν ἔχοντες ἐξέντες γυμνόν. εἶθʼ οὕτως μετʼ ἐνδύματος μ… ζ…θεντος ὑπὸ τῶν γνωρίμων οὕτως ἐξελθὼν καὶ καταβαλὼν διὰ Πτολεμαίου τραπεζίτου Μέλιτι τῆι καπηλίδι ᾗ τὸ ἱμάτιον ἐδεδώκεσαν ἐνέχυρον πρὸς ἀσωτίαν χαλκοῦδραχμὰς Βψ, ἐξεκομισάμην αὐτό. περὶ τῶν ἀδίκως εἴς με συντετελεσμένων προῃρημένος ἐπεξελθεῖν δέομαι ἀποστεῖλαί μου τὴν ἔντευξιν ἐπὶ τοὺς ἀποτεταγμένους τῆι κατοικίᾳ χρηματιστὰς ὧν εἰσαγωγεὺς Διοσκουρίδης, ὅπως χρηματίσαντες αὐτὴν καὶ προσκαλεσάμενοι τόν τε Διοκλῆν καὶ Ἀμμώνιον δια Τ… λογευτοῦ συνκρίνωσι πραχθῆναί μοι ἑκα…. . ρ… συνεχομένους τῆς ἀδίκου ἀγωγῆς ἀργυρίου δραχμὰς ρ καὶ τῆς ὕβρεως χαλκοῦ υκ καὶ τὰς τοῦ χαλκοῦ Βψ, περὶ αὐτῶν γενομένης …ης ἁρμοζούσης διαλήμψεως. τούτων δὲ γενομένων ἔσομαι ἀντειλημμένος. εὐτυχεῖτε.