Ancient Greek
P.Fay. 113
Documentary Papyri, P.Fay. 113
Not analysed yet
Λούκιος Βελλῆνος Γέμελλος Σαβίνωι τῶι υἱῶι χαίρειν. πάντη πάντως πέμψεις Πίνδαρον τὸν πεδιοφύλακα τῆς Διονυσιάδος ἢ τὸν πατέρα αὐτοῦ, ἐπεὶ Ἑρμῶναξ ἐρώτησέ με ἵνα ἐφίδῃ τὸν ἐλαιῶνα αὐτοῦ τὸν ἐν Κερκεσούχοις ἐπεὶ πυκνός ἐστιν τοῖς φυτοῖς, καὶ ἐξ αὐτῶν ἐκκόψαι θέλει φυτά. εὖ οὖν ποιήσας ἐξαυτῆς πέμψεις αὐτὸν ἐξαυτῆς· καὶ τῆι ιη ἢ ιθ τῇ πόλει πέμψεις ἰχθύας δραχμῶν ιβ ἐπὶ τὰ τετρακοστὰ τοῦ μικροῦ …υἱοῦ Γεμέλλης …