Ancient Greek
P.Fay. 114
Documentary Papyri, P.Fay. 114
Not analysed yet
Λούκιος Βελλῆνος Γέμελλος Σαβίνῳι τῶι υἱῶι χαίρειν. εὖ οὖν ποιήσας κομισάμενός μου τὴν ἐπιστολὴν πέμψεις μοι Πίνδαρον εἰς τὴν πόλιν τὸν πεδιοφύλακα τῆς Διονυσιάδος, ἐπεὶ ἐρώτησέ με Ἑρμῶναξ ἵνα αὐτὸν λάβῃ εἰς Κερκεσοῦχα καταμαθεῖν τὸν ἐλαιῶνα αὐτοῦ ἐπεὶ πυκνός ἐστιν καὶ θέλει ἐξ αὐτῶν ἐκκόψαι φυτά, ἵνα ἐμπείρως κοπῇ τὰ μέλλοντα ἐκκόπτεσθαι· καὶ τὴν ἰχθὺν πέμψεις τῆι κδ ἢ κε εἰς τὰ γενέσια Γεμέλλης. μὴ οὖν ληρήσῃς τὸν ἐκτιναγμόν σου. ἔρρωσο. ἔτους δ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Χύακ ιη.