Ancient Greek
P.Fay. 116
Documentary Papyri, P.Fay. 116
Not analysed yet
Λούκιος Βελλῆνος Γέμελλος Ἐπαγαθῶι τῶι ἰδίῳ χαίρειν. εὖ οὖν ποιήσας σκέψῃ φάγρους τριάκοντα ἢ κορακίνους τριάκοντα καὶ ταριχεύσας πέμψεις μοι εἰς τὴν πόλιν καὶ ποίησον …τας καλοὺς τεσσαράκοντα ,ἐπεὶ βουλεύομαι εἰς πόλιν ἀπελθεῖν χάριν τοῦ μικροῦ καὶ χάριν ἐκείνου τοῦ μετεώρου ἕως πεντεκαιδεκάτης τοῦ ἐνεστῶτος μηνὸς Χύακ, καὶ ἐὰν δύνῃ ἀρτάβην ἐλᾶς πέμψαι α… πέμψεις ἵνα τῶι ἀδελφῶι πέμψωμεν. μὴ οὖν ἄλλως ποιήσῃς. ἐὰν ἀποχωρῶ πέμψω πρὸς σὲ ἵνα σε ἀσπάσωμαι. ἔρρωσο. ἔτους η Τραιανοῦ Καίσαρος τοῦ κυρίου, Χύακ ϛ.