Ancient Greek
P.Fay. 117
Documentary Papyri, P.Fay. 117
Not analysed yet
Λούκιος Βελλῆνος Γέμελλος Σαβίνωι τῶι υἱῶι χαίρειν καὶ διὰ παντὸς εὐτυχεῖν. γίγνωσκε Ἐλουρᾶν τὸν βασιλικὸν διαδέχεσθαι τὴν στρατηγείαν Ἐράσου ἐξ ἐπιστολῆς τοῦ κρατίστου ἡγεμόνος. ἐάν συ δόξῃ πέμψαι αὐτῷ ἐλᾶς ἀρτάβην α καὶ ἰχθύδιον ἐπεὶ χρείαν αὐτοῦ ἔχομεν. πέμψεις ἡμῖν εἰς οἶκον ἀρτυμάτια καὶ ἐλᾶν, ἐπεὶ οὐ ἔχουσι ἐλᾶν νέαν εἰς οἶκον. τοὺς θιώτας πέμψεις ἐπεὶ Ἔρασος τὰ Ἁρποχράτια ὧδε τάχα ιδ ποιήσει, καὶ τὰ βάκανα πέμψον αὐτῶι. πάντα τὰ κτήνη γεμίζε βάκανον καὶ πέμψομεθα αὐτῶι βάκανου …α πέντε καὶ εἰς οἶκον τὸ αὐτόν. γίγνωσκε εἰληφῆναι …σσιον τὸ τρισελλον Ἐράσου δραχμῶν τ, καὶ …ν αὐτοῦ πεποίηται. διὸ γράφω σοι ἵνα …ης τοὺς ἵππους οὓς λαβὼν ἀλλάσσου ἵνʼ αὐτοὺς λαμβάνῃ. ἐκτίναξον τὸ διειρον ἵνα ἀμέριμνος ἦς. ὃ ἔγραφές μοι μὴ ἡσυχάσαι τῷ κτιστῷ περιττὸν γέγραπται, καὶ γράφεις μοι λίαν ὅτι εὐχαριστῶ τῇ κώμῃ ὅτε τέσσαρας στατῆρας καθʼ ὑμῶν γεγραφήκασι. ἐρρῶσθαί σε εὔχομαι εἰς τὸν ἀεὶ χρόνον. ἔτους ια Τραιανοῦ Καίσαρος τοῦ κυρίου, Τῦβι ιβ. ἀπόδος Σαβίνωι τῷ υἱῷ παρὰ Λουκίου Βελλήνου Γεμέλλου.