Ancient Greek
P.Fay. 118
Documentary Papyri, P.Fay. 118
Not analysed yet
……πορεύου εἰς Διονυσιάδα πρὸς τὸν Ψιαθᾶν τὸν κατασπορέα ἕως τὸν ἐκεῖ ἐλαιῶνα ποτίσῃς, καὶ ἀγόρασον ἡμῖν εἰς ἀποστολὴν τοῖς Ἰσίοις οἷς ἔχομεν συνήθειαν πέμπειν, μάλιστα τοῖς στρατηγοῖς. πρὸ δύο ἡμερῶν ἀγόρασον τὰ ὀρνιθάρια τῆς ἑορτῆς καὶ πέμψεις αὐτὰ καὶ τοὺς λοιποὺς πέμψεις εἰς τὴν πόλιν ἔχοντας τοὺς σάκκους, ἐπεὶ κοπρηγεῖν μέλλει τὰ κτήνη εἰς Ψεννῶιφριν, ἔχοντας βελενκώθια καὶ σηστρίδια ὡσεὶ εἰς ξυλαμήν. βάλλω ἓξ ἀρούρας εἰς τὴν Ψεννῶφριν. ἐὰν ἀναβαίνῃ τὰ κτήνη γέμισον αὐτὰ βάκανον καὶ ξύλον. μὴ οὖν ἄλλως ποιήσῃς. ἔχʼ ἐκεῖ ἕως ποτίσῃς τὸ ἑπτάρουρον τοῦ ἐλαιῶνος. ἀσπάζου τοὺς φιλοῦντάς σε πάντας πρὸς ἀλήθειαν. ἔρρωσο. ἔτους ιδ Τραιανοῦ Καίσαρος τοῦ κυρίου, Ἀθὺρ ι.