Ancient Greek
P.Fay. 126
Documentary Papyri, P.Fay. 126
Not analysed yet
Διόξενος Σαραπίωνι τῷ πατρὶ χαίρειν. περιπατοῦντός μου σὺν τῷ πατρὶ ἤκουσα φίλου τοῦ πατρός μου λαλοῦντος περὶ σοῦ ὅτι πέμψον ἐπὶ τὴν πενθεράν σου χάριν τοῦ κτήματος ἐπεὶ μέλλει ὁρίζεσθαι. ἄνελθε οὖν ταχέως ὅτι ἐπείγει. ἀσπάζομαι Θερμουθᾶν καὶ Ἰσίδωρον καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἑλένην καὶ Τεψόιν καὶ τὸ ἀβάσκαντον αὐτῆς παιδίον καὶ πάντας τοὺς ἐνοίκους. ἔρρωσο. Παῦνι λ. ἀπὸ Διοξένου ἀπόδος Σαραπίωνι.