Ancient Greek
P.Fay. 127
Documentary Papyri, P.Fay. 127
Not analysed yet
Ταορσενοῦφις Ἰσίῳ τῇ μητρὶ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. καλῶς ποιήσεις τὸ ἐπιβάλλον ὑμῖν τοῦ καρποῦ τοῦ ἀμπελῶνος δοῦναι αὐτὸ τῇ ἀδελφῇ σου καὶ σταφύλιον. ἔπεμψα ὑμῖν γ ζεύγη φιαλῶν, σοὶ α καὶ Πετεσούχῳ α καὶ τοῖς γαμβροῖς τῆς ἀδελφῆς σου α, καὶ μικρὸν ποτήριον Θεονᾶτι τῷ μικρῷ καὶ ἄλλο τῇ θυγατρὶ τῆς ἀδελφῆς σου· καὶ ἐὰν λάβητε φακὸν πέμψαι ἐμοὶ διὰ Κατοίτου. ἀπὸ Ταορσενούφιος μητρί.