Ancient Greek
P.Fay. 35
Documentary Papyri, P.Fay. 35
Not analysed yet
Α… καὶ Ἅρπαλος Ἡρακλείδου π…ωνι Χαιρήμονος πράκτορι …κώμης Θεαδελφείας. ἀπέχομεν παρὰ σοῦ τὰς συνεσταμένας ἡμῖν ὑπὲρ σαλαρείου …πρακτορ… τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ, καὶ ἀναδώσομέν σοι τὰς ἀποχὰς τῶν καταχωριζομένων βιβλίων τῆς τάξεως, μένοντος κυρίου τοῦ γενομένου εἰς ἡμᾶς συστατικοῦ. Μύστης ἔγραψα τὰ πλεῖστα.