Ancient Greek
P.Fay. 36
Documentary Papyri, P.Fay. 36
Not analysed yet
Κερκεθοήρεως δραχμαὶ π. Φίλωνι καὶ Σαβείνωι ἐπιτηρηταῖς πλίνθου νομοῦ παρὰ Σανεσνέως τοῦ Ὀρσεῦτος τῶν ἀπὸ κώμης Ναρμούθεως Πολέμωνος μερίδος. ἐπιχωρηθείσης μοι πρὸς μόνον τὸ ἐνεστὸς πεντεκαιδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τῆς πλινθοποιίας καὶ πλινθοπωλικῆς καὶ ἑτέροις ἐπιχωρηθεὶς διδόναι κώμης Κερκεθοήρεως τῆς αὐτῆς μερίδος καὶ τῶν ταύτης ἐποικίων καὶ πεδίων, ὑφίσταμαι τελέσειν φόρον ἀργυρίου δραχμὰς ὀγδοήκοντα καὶ τὰ τούτων προσδιαγραφόμενα καὶ ἑκατοστὰς καὶ κηρυκικά, ὧν καὶ τὴν ἀπόδοσιν ποιήσομαι κατὰ μῆνα ἀπὸ μηνὸς Σεβαστοῦ ἕως Καισαρείου ἐξ ἴσου, ἐὰν φαίνηται ἐπιχωρῆσαι. Σανεσνεὺς ἐτῶν ξ οὐλὴ γόνατι ἀριστερῷ Κάστωρ νομογράφος εἰκόνικα φαμένου μὴ εἰδέναι γράμματα. …