Ancient Greek
P.Fay. 95
Documentary Papyri, P.Fay. 95
Not analysed yet
Ἀχιλλῖ τῷ καὶ Σαραπάμμωνι διὰ Σαραπίωνος φροντιστοῦ …παρὰ Ἀπολλωνίου Ἀπολλωνίου τοῦ Σωτηρίχου ἀπὸ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐφʼ ἔτη δ ἀπὸ τριακάδος τοῦ ἐνεστῶτος μηνὸς Μεσορὴ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν κώμῃ Διονυσιάδι ἐλαιουργῖον ἐπʼ ἀμφόδου Ἁρποχρατείωνος ἐν ᾧ ὄργανον ἐπεξηρτισμένον ἄξοσι καὶ θυίαι δύο καὶ μηχαναὶ δύο καὶ χαλκίον καὶ …σὺν τοῖς οὖσι ὑπερῴοις τόποις πᾶσι, τελέσω δὲ καθʼ ἔτος σύνπαντι λόγῳ ἐλαίνου ὑλιστοῦ μετρητὴν ἕνα χοᾶς ἕξ καὶ ῥαφανίνου ὁμοίως μετρητὴν ἕνα χοᾶς ἕξ ,παρέχων καθʼ ἔτος Ἀμεσυσίοις ἐλαίου ῥαφανίνου κοτύλας ἓξ καὶ …χοᾶς δώδεκα καὶ κ… ἐλαίνου κοτύλας ἓξ καὶ δ… χοᾶς δώδεκα ,τὸν δὲ προκίμενον φόρον ἀποδώσω ἐν μηνὶ Φαμενὼθ …ἐλαίνου ὑλιστοῦ μετρητὴν ἕνα χοᾶς ἕξ ,ἐν δὲ μηνὶ Παῦνι ὁμοίως μετρητὴν ἕνα χοᾶς ἕξ ,ἅπαντα μέτρῳ θ… σὺν ἐπιχύματι ἑκάστῳ μετρητῇ ἐλαίου κοτυλῶν δύο λημψ…