Ancient Greek
P.Fay. 96
Documentary Papyri, P.Fay. 96
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁθὺρ κθ, διὰ τῆς Σαραπίωνος τραπέζης Πτερουιτ…κου. Σύρος Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου ἐλαιοῦργος Νεμεσᾶτι Ἡλιοδώρου τοῦ Εὐδαίμονος ἀπὸ ἀμφόδου …κων ὡς ἐτῶν τεσσαράκοντα ἀσήμῳ ἀπέχειν τὸν Νεμεσᾶτα παρὰ τοῦ Σύρου φόρον τοῦ διεληλυθότος ἕκτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου οὗ ἔχει ὁ Σύρος ἐν μισθώσει ἐλαιουργίου τοῦ ὑπάρχοντος τῷ φροντιζομένῳ ὑπʼ αὐτοῦ Πομπηίου Πτολεμαίου ἐνάρχου γυμνασιάρχου ἐλαίου μετρητὰς πέντε ,ὡς ἐλαίνου μὲν μετρητὰς δύο ἥμισυ καὶ ῥαφανίνου τοὺς λοιποὺς μετρητὰς δύο ἥμισυ ,καὶ μηδὲν αὐτῷ ἐνκαλεῖν περὶ τούτων, μενούσης κυρίας τῆς μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσι.