Ancient Greek
P.Fay. 97
Documentary Papyri, P.Fay. 97
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, μηνὸς Νέου Σεβαστοῦ ζ, ἐν Εὐημερείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μάρων πρεσβύτερος Ὀννώφρεως ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ μετώπωι τῶι ἑαυτοῦ ὁμοπατρίωι ἀδελφῶι Ὀννώφρι ὡς ἐτῶν δέκα ὀκτὼ ἀσήμωι, τὸν ὁμολογοῦντα Μάρωνα ἀπέχειν παρὰ τοῦ Ὀννώφρεως ἀργυρίου δραχμὰς εἴκοσι παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου αἵ εἰσιν διαταγεῖσαι ἀπὸ τοῦ τετελευτηκότος αὐτοῦ πατρὸς Ὀννώφρεως τοῦ Ἀφροδισίου κατὰ μεριτείαν ἣν ἔνεμε ἡμῖν περιών, καὶ μηθὲν τὸν Μάρωνα μηδέ τινα παρʼ αὐτοῦ τῶι ἀδελφῶι Ὀννώφρι μηδέ τινι παρʼ αὐτοῦ ἐπικαλεῖν μηδʼ ἐπικαλέσειν μηδὲ ἐπελεύσεσθαι τῶν περὶ τὴν ἀποχὴν ταύτην καὶ μηδὲν …τη ὁμολογίᾳ επαμ…κ… με Μάρωνος ὑπογράφοντες Παππίων Χάρητος ὡς ἐτῶν μ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, Ἥρων Παππίωνος ὡς ἐτῶν νβ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. Μάρων πρεσβύτερος Ὀννώφρεως ὁμολογῶ ἀπέχειν παρὰ τοῦ ὁμοπατρίου μου ἀδελφοῦ Ὀννώφρεως παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς εἴκοσι αἵ εἰσιν διαταγεῖσαί μοι κατὰ μεριτείαν ἀπὸ τοῦ τετελευτηκότος μου πατρὸς Ὀννώφρεως Ἀφροδισίου, καὶ οὐθὲν ἐνκαλῶ οὐδὲ ἐγκαλέσω καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ βραδέως γράφοντος Παππίων Χάρητος. Μάρων πρεσβύτερος Ὀννώφρεως ἀπέχω καὶ οὐθὲν ἐνκαλῶ καθὼς πρόκιται. Ὀννῶφρις Ὀννώφριος …ι μοι ἡ ἀποχὴ καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Παππίωνος …α …γράμματα. ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, μηνὸς Νέου Σεβαστοῦ ζ, ἀναγέγραπται διὰ …πρὸς τῷ Εὐημερείας γραφείῳ. ἀποχὴ Μάρωνος πρὸς Ὀννῶφριν …ο…