Ancient Greek
1.FrActr.1 to 1.FrActr.9
Documentary Papyri, P.Flor. 1 1.FrActr.1-9
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἀρτεμεισίου Φαμενὼθ κη ἐν Ἑρμοῦ πόλει τῇ μεγάλῃ ἐδάνεισεν Ἑρμιόνη Εὐδαίμονος ἀστὴ ὡς ἐτῶν ιθ μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Εὐδαίμονος Σαραπίωνος τοῦ Διονυσίου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως ὡς ἐτῶν ξζ βεβλαμμένου τὸν ἀριστερὸν ὀφθαλμὸν Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολείτιδι ἀναγραφομένῃ ἐπὶ Φρουρίου λιβὸς ὡς ἐτῶν λ οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ πατρὸς Ὡρίωνος Ἑρμίου ὡς ἐτῶν νδ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς διακοσίας ,ἃς ἀνῄρηται ἡ δεδανεισμένη παρὰ τῆς δεδανεικυίης διʼ ἐπιτηρητῶν τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγομένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντι τῇ δεδανεισμένῃ λοιπῷ βίκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργείου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένους ἐκ τῶν αὐτῶν τόπων. γείτονες δὲ ὡς ἡ δεδανεισμένη ὑπηγόρευσεν νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος βορρᾶ κληρονόμων Παθώτου Φίβιος ἀπηλιώτου ὁδὸς λιβὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος· τὸ δὲ δάνειον τὰς τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ὀκτὼ ἀποδότω ἡ δεδανεισμένη τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς πληρωθείσης τῆς διετίας παραχρῆμα ἀργύριον δόκιμον νομιτευόμενον ἀρεστόν· ἐὰν δὲ μὴ ἀποδοῖ τῆς προθεσμίας ἐνστάσης εὐθέως ἐξέστω τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς μὴ προσδεομένοις ἀνανεώσεως ἢ διαστολικοῦ ἢ ἑτέρου τινὸς ἁπλῶς, ταξαμένοις τὰ εἰς τὸ ἐνκύκλιον καθήκοντα τέλη ἐπικαταβολὴν ποιήσασθαι τοῦ ὑποτεθειμένου ὡς πρόκειται βίκου ἑνὸς τετάρτου καὶ κτᾶσθαι αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τοῦτον κυρίως ἀντὶ τῶν ὀφειλομένων καὶ ἐμβατεύειν εἰς αὐτὸν καὶ εἰσοικίζειν καὶ ἐνοικολογεῖν καὶ διαμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτοῦ περιεσόμενα πάντα εἰς τὸ ἴδιον ἔτι δὲ καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον μηδενὸς τῇ δεδανεισμένῃ μηδʼ ἄλλῳ ὑπὲρ αὐτῆς ἐξ ὑστέρου ἁπλῶς περὶ τούτου καταλειπομένου λόγου ἢ παρευρέσεως· βεβαιούτω δὲ ἡ δεδανεισμένη τήνδε τὴν ὑποθήκην πάσῃ βεβαίωσει ἀπό τε δημοσίων και ἰδιωτικῶν καὶ ἀπὸ πάντων ἁπλῶς ἣν καὶ μὴ ἐξέστω αὐτῇ πωλεῖν μηδʼ ἑτέροις ὑποτίθεσθαι μηδʼ ἄλλο τι περὶ αὐτῆς κακοτεχνεῖν ὑπεναντίον τούτοις τρόπῳ μηδενὶ ἢ τὰ παρὰ ταῦτα ἄκυρα εἶναι· ἐὰν δέ τις κίνδυνος γένηται περὶ τήνδε τὴν ὑποθήκην πᾶσαν ἢ μέρος τρόπῳ ᾡτινιοῦν ἀποδότω ἡ δεδανεισμένη τῇ δεδανεικυίῃ ἢ τοῖς παρʼ αὐτῆς τὰ ὀφειλομένα πάντα καὶ τοῦ ὑπερπεσόντος