Ancient Greek
1.FrActr.10 to 1.FrB.25
Documentary Papyri, P.Flor. 1 1.FrActr.10-1.FrB.25
Not analysed yet
μετὰ τὴν προθεσμίαν χρόνου τόκον δραχμιαῖον ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον καὶ ἃ ἐὰν ἀπαιτηθῇ ἡ δεδανεικυῖα ὑπὲρ τῆσδε τῆς ὑποθήκης τέλη καὶ ἃς ἐὰν ποιήσηται δαπάνας ὁμοίως σὺν τόκοις ἕκαστα παραχρῆμα γεινομένης αὐτῇ ἢ τοῖς παρʼ αὐτῆς τῆς πράξεως παρά τε τῆς δεδανεισμένης καὶ ἐκ τῆσδε τῆς ὑποθήκης καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ἡ συνγραφὴ κυρία. καὶ συνεχρηματίσθη ἡ δεδανεισμένη ἐπιστειλάντων τῶν τῆς ἐγκτήσεως βιβλιοφυλάκων. Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος μετὰ κυρίου τοῦ ἐμαυτῆς πατρὸς Ὡρίωνος Ἑρμίου δεδάνεισμαι παρὰ Ἑρμιόνης Εὐδαίμονος ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας ,ἃς ἀνῄρημαι διʼ ἐπιτηρητῶν τραπέζης τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ μῆνας εἰκοσιτέσσαρας συναγομένων τοῦ τόκου δραχμῶν τεσσεράκοντα ὀκτὼ πάσας ἐφʼ ὑποθήκῃ τῷ ὑπάρχοντί μοι λοιπῷ βίκῳ ἑνὶ τετάρτῳ ἀπὸ ἐλαιουργείου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερθεθώθει τοῦ Λευκοπυργείτου κάτω μετὰ τοὺς πεπραμένους τῶν αὐτῶν τόπων ἐπὶ ταῖς προκειμέναις γειτνίαις· τούτου τοῦ κεφαλαίου καὶ τόκου ἀργυρίου δραχμὰς διακοσίας τεσσεράκοντα ὀκτὼ ἀποδώσω πληρωθείσης τῆς διετίας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι τοῖς προγραφεῖσιν. Ἑρμεῖνος Ἡρώδου ἔγραψα τὸ σῶμα τῆς ὑπογραφῆς. …Ἑρμουπολ …δ…ολ η… τῶν ϛ …πυροῦ ἀρταβ γ… φι…εγγε… ευ…οιη το… λα Τβήσει …Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος δεδάνεισμαι καθὼς πρόκιται. Ὡρίων Ἑρμίου ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ἑρμιόνη Εὐδαίμονος ἀστὴ εὐδοκῶ. Εὐδαίμων Σαραπίωνος Ἀλθαιέυς ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. …κεφαλαίου Τβήσει Ὡριωνος …διὰ Εὐδαίμονος Ἑρμαίου κεχρημάτισται ἐπιτηρουμένης τῆς ἀγορανομίας. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κη. διαγραφὴ διʼ ἐπιτηρητῶν τραπέζης Ἑρμιόνη Εὐδαίμονος ἀστὴ μετὰ κυρίου τοῦ πατρὸς Εὐδαίμονος Σαραπίωνος Πτολέμᾳ τῇ καὶ Τβήσει Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος ἀναγραφομένη ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου τοῦ ἑαυτῆς πατρὸς Ὡρίωνος Ἑρμίου ἀργυρίου κεφαλαίου δραχμὰς διακοσίας, γίνονται ἀργυρίου δραχμαὶ σ ἀκολούθως τῇ ἀνενεχθησομένῃ διʼ ἀγορανομίου ἐν Ἑρμοῦ πόλει συγγραφῇ δανείου ὑποθήκῃ τοῦ ὑπάρχοντος αὐτῇ λοιποῦ βίκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργείου ἀργοῦ καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει.