Ancient Greek
P.Flor. 1 101
Documentary Papyri, P.Flor. 1 101
Not analysed yet
…ει… Καίσαρος τοῦ κυρίου ἀρούρας πεντηκοντατέσσαρας· γίνονται ἄρουραι νδ, ἑκάστῳ ἄρουραι ϛ· καὶ δώσεις ἡμῖν ὑπὲρ μισθοῦ θερισμοῦ ἑκάστης ἀρούρης πυροῦ ἥμισυ τρίτον· γίνεται ἑκάστης ἀρούρης πυροῦ 𐅵γ· καὶ μετρήσεις ἡμῖν μετὰ τὸν θερισμὸν τῶν προκειμένων ἀρουρῶν τοὺς προκείμενους μισθούς, ἐφʼ ᾧ ἀναλέξῃς σὺ ὁ Εὐδαίμων τὰ δράγματα· καὶ χορηγήσεις ἡμῖν ὕδωρ εἰς πιεῖν ἄχρι οὗ ἐκβῶμεν τοῦ θερισμοῦ τῶν αὐτῶν ἀρουρῶν· ἐφʼ ᾧ, ἐὰν ἀργήσῃ ποτὲ εἷς ἐξ ἡμῶν, ἐπάναγκον στήσωμεν ἀντʼ αὐτοῦ ἐν τῇ αὐτῇ ἡμέρᾳ. τὸν δὲ προκείμενον πυρὸν μετρήσεις ἡμῖν μέτρωι Ἀθηναίῳ ἑκτημόρωι, καὶ δώσεις ἡμῖν τῇ ἐσχάτῃ ἡμέρᾳ ζύτου κεράμιον ἕν . ἀρξώμεθα δὲ τοῦ θερισμοῦ ἐπάναγκον τῇ τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος δεκάτου ἔτους. ὑπὲρ δὲ τῆς εὑρεθησομένης ἐν σπόρωι μετρήσεις ἡμῖν, καθὼς πρόκειται, ἑκάστης ἀρούρης πυροῦ 𐅵γ. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος …μηνὸς Νερωνείου σεβαστοῦ κε …Θέων …