Ancient Greek
P.Flor. 1 99
Documentary Papyri, P.Flor. 1 99
Not analysed yet
ἀντίγραφον ἐκθέματος. …τῶι καὶ Ἡρακλείδηι στρατηγῶι Ἑρμοπολίτου. παρὰ Ἀμμωνίου πρεσβυτέρου τοῦ Ἑρμαίου καὶ τῆς αὐτοῦ γενομένης γυναικὸς Α…πασιης Ἀρείου μετ…του συνόντος ἀνδρὸς Καλλιστράτου τοῦ Α…αεως Ἑρμοπολιτῶν. ἐπεὶ ὁ υἱὸς ἡμῶν Κάστωρ μεθʼ ἑτέρων ἀσωτευόμενος ἐσπάνισε τὰ αὑτοῦ πάντα καὶ ἐπὶ τὰ ἡμῶν μεταβάς, βούλεται ἀπολέσαι οὗ χάριν προορώμεθα μήποτε ἐπηρεάσηι ἡμῖν ἢ ἑτέροις ἢ ἄτοπόν τι πράξηι ἀξιοῦμεν προγραφῆναι …δεις αὐτῶι