Ancient Greek
P.Flor. 1 12
Documentary Papyri, P.Flor. 1 12
Not analysed yet
ἔτους ἑβδόμου καὶ εἰκοστοῦ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διέγραψεν Ἥρωνι πρακτόρι ἀργυρικῶν Μέμφεως Ὀρσενοῦφις Παᾶπις λαογραφίας δραχμὰς ὀκτὼ μερισμοῦ φυλάκτρου γ διώβολον, γίνονται δραχμαὶ ια διώβολον. κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. διέγραψεν Ἥρωνι πρακτόρι ἀργυρικῶν Μέμφεως Ὀρσενοῦφις Παᾶπις λαογραφίας δραχμὰς ὀκτὼ μερισμοῦ φυλάκτρου γ διώβολον, γίνονται δραχμαὶ ια διώβολον. κθ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ. διέγραψεν Διονυσίῳ πρακτόρι ἀργυρικῶν Μέμφεως Ὀρσενοῦφις Παᾶπις λαογραφίας δραχμὰς ὀκτὼ μερισμοῦ φυλάκτρου γ πεντώβολον, γίνονται δραχμαὶ ια πεντώβολον.