Ancient Greek
P.Flor. 1 13
Documentary Papyri, P.Flor. 1 13
Not analysed yet
τῆς παρούσης …τὸ ὑπάρχον σοι ἥμισυ μέρος ἀπὸ μίας ἐξέδρας ἐν τῇ δευτέρᾳ στέγῃ νευούσης εἰς νότον καὶ ἥμισυ μέρος ἀπὸ μίας καμάρας ἐν τῷ καταγείῳ σὺν αἱροῦντι μέρει τοῦ φρέατος καὶ τῆς αὐλῆς καὶ τοῦ δώματος καὶ πάντων τῶν χρηστηρίων καὶ δικαίων ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆς Ἑρμοπολίτων ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου ἐν ῥύμῃ τῶν Τζαγκαρίων νευούσης εἰς ἀπηλιώτην κατὰ κοινωνίαν τῆς σῆς ἀδελφῆς Μαρίας ὑπὲρ ἄλλου ἡμίσεως μέρους εἰς συμπλήρωσιν τούτων πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν ἐνοικίου τοῦ αὐτοῦ ἡμίσεως μέρους τῶν δύο τόπων κατʼ ἔτος χρυσοῦ κερατίων δύο, γίνεται χρυσοῦ κεράτια β, ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν παραδώσω σοι τὸ αὐτὸ ἥμισυ μέρος τῆς ἐξέδρας καὶ τῆς καμάρας σὺν θύραις καὶ κλεισὶ ὡς παρέλαβον· ἡ μίσθωσις κυρία καὶ βεβαία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰορδάνης Ὠφίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Θεόδωρος Πτολεμαίου ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Θεόφιλος Ὑπατίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Θεόδωρος Χριστοδώρου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Κουλλόθου σὺν θεῷ συμβολαιογράφου ……Ἰορδάνου Ὠφίου γναφέως ἀπὸ Ἑρμοῦ πόλεως ὑπὲρ ἐνοικίου χρυσοῦ κερατίων β Ἰορδάνης.