Ancient Greek
P.Flor. 1 29
Documentary Papyri, P.Flor. 1 29
Not analysed yet
τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πωλοῦντι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενὶ. ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενός σοι τῷ ὠνουμένῳ ἢ τοῖς παρά σου τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πράσις κυρία· περὶ δὲ τοῦ ταύτα οὕτως ὀρθῶς καὶ καλῶς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. …