Ancient Greek
P.Flor. 1 31
Documentary Papyri, P.Flor. 1 31
Not analysed yet
Αὐρήλιοι Ἰσίδωρος Ἀχιλλέως καὶ Ὀλύμπιος Ἕρμου καὶ Δημήτριος Μέλανος οἱ τρεῖς ἐπιμεληταὶ κρέως διὰ Ἰσιδώρου Αὐρηλίῳ Ἱέρακι Π… χαίρειν. ἔχομέν σου ἐν παραθέσει ἃς ἀνεδεξάμεθά σου ὑπὲρ Πινουτίωνος Ἑρμείου ὑπὲρ γενήματος ιθ ἔτους ζ κρέως χοιρίου λίτρας τριακοσίας ὀκτὼ, γίνονται λίτραι τη· ταύτας δὲ λημματίζωμεν νῦν ὄντες πρὸς τῇ παραλήμψει ἐπὶ τοῦ ιε πάγου ἐπʼ ὀνόματος οὗ βούλει διὰ τὸ ἡμᾶς ἐσχηκέναι παρὰ Πινουτίωνος ὑπὲρ σοῦ· ἐμοῦ δὲ παραδιδοῦντος σοι τὰ κρέα ἀναδώσῃς μοι τὸ σύμβολον Πινουτίωνος τὸ δοθέν σοι. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Αὐτοκρατόρων Σεβαστῶν τὸ β ἔτος Μεχεὶρ κζ. οἱ προκίμενοι διʼ ἐμοῦ Ἰσιδώρου ἔχομεν ἐν παραθέσει ὡς πρόκειται καὶ ἔστιν μου ἰδιόγραφον. Ἰσίδωρος Ὀλυμπίῳ Α… χαίρειν. λημμάτισον Ἱέρακι Π… κρέως χοιρίου λίτρας τριακοσίας ὀκτώ, γίνονται λίτραι τη …λιτρισμοῦ καὶ λαβέ παρʼ αὐτοῦ ἄποχα γράμματα καὶ τὸ σύμβολον Πινουτίωνος …καταλαμβάνω σοι επ… ἐρρῶσθαί σε εὔχομαι. πολλοῖς …