Ancient Greek
P.Flor. 1 2 col. 6
Documentary Papyri, P.Flor. 1 2col6
Not analysed yet
Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολείτου. τοῦ δοθέντος μοι προσαγγέλματος ὑπὸ κωμαρχῶν κώμης Μοιρῶν εἰσδιδόντων τὸν διʼ αὐτοῦ ἐνγεγραμμένον εἰς δεσμοφυλακίαν εἱρκτῆς ἴσον δημοσίᾳ πρόκειται ἵνα πάντες εἰδῶσι καὶ ὁ ἀναδοθεὶς ἔχηται τῶν τῆς χρείας ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐσημειωσάμην. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Ἐπεὶφ η. Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἀμμωνίου Κλωμίου μητρὸς Τκύσιος ὡς ἐτῶν μ οὐλὴ γαστροκνημίῳ δεξιῷ καὶ Παμούνιος Κάστορος μητρὸς Ταύριος ἀμφοτέρων κωμαρχῶν κώμης Μοιρῶν διʼ ἐμοῦ τοῦ παρόντος Ἀμμωνίου. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον εἰς δεσμοφυλακίαν τῆς ἐν τῇ μητροπόλει εἱρκτῆς ἐπὶ μῆνας ἓξ ὄντα εὐπόρον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· …ρ… ὡς ἐτῶν …πόρον ἔχων δραχμῶν ω. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ …