Ancient Greek
P.Flor. 1 2 col. 5
Documentary Papyri, P.Flor. 1 2col5
Not analysed yet
Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Παλαῦτος …ου μητρὸς …ς ὡς ἐτῶν μη οὐλὴ δακτύλῳ λιχανῷ δεξιᾶς χειρὸς καὶ Κολλούθου Κολλούθου μητρὸς Τεεῦτος ἀμφοτέρων κωμαρχῶν κώμης Τιμώνθεως διʼ ἐμοῦ τοῦ παρόντος Παλαῦτος. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον εἰς δεσμοφυλακίαν τῆς ἐν τῇ μητροπόλει εἱρκτῆς ἐπὶ μῆνας ἓξ ἀπὸ α τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ιβ ἔτους ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· …ν Πατάιος τέκτων ὡς ἐτῶν ν πόρον ἔχων δραχμῶν Α. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ϛ οἱ προκείμενοι κωμάρχαι διʼ ἐμοῦ Παλαῦτος ἐπιδεδώκαμεν. Αὐρήλιος Ἑρμησίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος …