Ancient Greek
P.Flor. 1 41
Documentary Papyri, P.Flor. 1 41
Not analysed yet
καὶ …τὰς ὑπαρχούσας ὑμῖν ἐν τῷ Περὶ πόλιν ἄνω περὶ Σενβέρριν ἐκ τοῦ Φιλίσκου κλήρου ἀρούρας δεκάδυο ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν ιη κατὰ κοινωνίαν Ἀρτεμιδώρας Ἰσιδώρου τῆς μὲν Βησοῦτος ἀρούρας ζ τῆς δὲ Ἀρτεμιδώρας ἀρούρας ε ἐκφορίου ἀποτάκτου τῷ μὲν ἐνεστῶτι δ ἔτει, ἀρούρας δ ἀνὰ πυροῦ ἀρτάβας ἓξ καὶ τὰς λοιπὰς ἀρούρας η ἀνὰ πυροῦ ἀρτάβας τέσσαρας τῷ δὲ ἑξῆς ε ἔτει. τὸ ἥμισυ εἰς σπορὰν πυροῦ ἀνὰ πυροῦ ἀρτάβας τέσσαρας καὶ τὸ ἄλλο ἥμισυ εἰς ξυλαμὴν χόρτου ἀνὰ ἀργυρίου δραχμὰς δεκαὲξ πάντα δὲ ἀποδώσω καὶ μετρήσω κατʼ ἔτος ἑκάστῃ κατὰ τὰ μέρη τῷ Παῦνι καὶ Ἐφεὶπ μηνὶ τὸ μὲν ἀργύριον δόκιμον τὸν δὲ πυρὸν νέον καθαρὸν ἄδολον ἄβολον ἄκριθον κεκοσκινευμένον ἄβροχον δυνάμενον μετρηθῆναι εἰς τὸ δημόσιον μετρῷ Ἀθηναίῳ ἑκτημόρῳ καθεστάμενον εἰς Ἑρμοῦ πόλιν εἰς οἶκον παρʼ ὑμᾶς τῶν δημοσίων ὄντων πρὸς ὑμᾶς τὰς γεούχας ἀποδώσω καὶ τοῦ μισθωτικοῦ οἴνου κεράμιον ἑν . ἔτους δ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἁθὺρ …