Ancient Greek
P.Flor. 1 42
Documentary Papyri, P.Flor. 1 42
Not analysed yet
ἔτους τρίτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Καισαρίου Μεσορὴ κδ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σωτᾶς Στοτοήτεως τοῦ Σωτᾶ ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν τριακονταοκτὼ οὐλὴ μηρῷ ποδὸς δεξιοῦ Ἰσιδώρῳ Ἰσχυρίωνος τοῦ Ἰσχυρίωνος ἀπὸ ἀμφόδου Μοήρεως ὡς ἐτῶν τεσσαρακονταδύο ἀσήμῳ ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα ἀργυρίου δραχμὰς ἑκατὸν παραχρῆμα διὰ χειρὸς χρῆσιν …μην…