Ancient Greek
P.Flor. 1 44
Documentary Papyri, P.Flor. 1 44
Not analysed yet
ἔτους πρώτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παοῖνι α. διὰ τῆς Ἰσιδώρου τοῦ καὶ ……νικου τραπέζης πλησίον τοῦ Ἑρμαίου Δημῆτρις Ἀπολλωνίου Τασουχαρίῳ ……υτος τοῦ Παυαύτος ὡς ἐτῶν λε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ μετὰ κυρίου καὶ ἐνγύου εἰς ἔκτισιν τοῦ ἀνδρὸς Παθύνιος Πα…τος τοῦ …ευτος ὡς ἐτῶν ν οὐλὴ ποδὶ δεξιῷ ἀμφοτέροις ὥς φασι ἀπὸ κώμης …ρω καὶ ἀγραμμάτοις ἔχειν αὐτοὺς παρὰ τοῦ Δημητρίου χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι καὶ ἀντὶ δὲ τῶν τούτων τόκων καὶ τροφῶν καὶ ἱματισμοῦ παρέξουσι τὸν ἑαυτῶν υἱὸν Σαραπάμμωνα ὡς ἐτῶν …παραμένοντα τῷ Δημητρίῳ καὶ ποιοῦντα τὰ ἐπιτασσόμενα αὐτῷ ἤτοι κατʼ οἰκίαν ἢ καὶ κατʼ ἀγρὸν οὐ γινομένου ἀφημέρου οὐδʼ ἀποκοίτου ἀνεὺ τῆς τοῦ Δημήτριου γνώμης ἐὰν δὲ ἀποστῆ ἔκ τινος δὲ αἰτίας, ἄλλον ἀντὶ αὐτοῦ παραστήσουσιν αὐτοὶ ἐξ ἀλληλενγύης. τὰς τῆς χρήσεως κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι …