Ancient Greek
P.Flor. 1 43
Documentary Papyri, P.Flor. 1 43
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ γ. Αὐρήλιος Κῦρος Ἑρμείου πολιτευόμενος Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης Αὐρηλίοις Γενναδίῳ Ὀλυμπιοδώρου καὶ Κοπρέᾳ Ἡρακλῆτος πολιτευομένοις τῆς αὐτῆς πόλεως χαίρειν. ἐπειδὴ ἠξίωσα ὑμᾶς προσφωνῆσαι καὶ συνγράψασθαι ὑπὲρ ἐμοῦ ὑπὲρ τῆς τρισκαιδεκάτης ἰνδικτίονος Σιλβανῷ σιταποδέκτῃ σίτου ἀρταβῶν ἑξηκονταὲξ γίνονται σίτου ἀρτάβαι ξϛ βούλεσθε δὲ νῦν χειρογραφίαν ἤτοι ἀσφάλειαν τῆς ἀποκαταστάσεως τούτων παρʼ ἐμοῦ δέξασθαι κατὰ τοῦτο ὁμολογῶ ταύτας ὀφείλειν καὶ ἀποδιδόναι ἄνευ πάσης ἀντιλογίας ὅτε δή ποτε ο…εν ὑμῖν Σιλβανὸς μετὰ τῶν ἀναλωμάτων …μᾶλλον προχ… …ι ἑτέρας χειρὸς εἰς τοῦτον …προφερομένης. ἡ ὁμολογία κυρία. …ὁμολογία Κύρου Ἑρμείου εἰς Σιλβανόν