Ancient Greek
P.Flor. 1 63
Documentary Papyri, P.Flor. 1 63
Not analysed yet
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Διονύσιος γυμνασιαρχήσας βουλετὴς ἔναρχος πρύτανις τῆς Ὀξυρυνχειτῶν πόλεως Εὐδαίμονι Ἀμμωνίου καψαρίῳ χαίρειν. ἀπέσχον παρά σου τὸν φόρον μηνὸς Μεχεὶρ δραχμὰς πεντακοσίας τριακονταπέντε, γίνονται δραχμαὶ φλε. ἔτους ε Φαμενὼθ τρίτη. Αὐρήλιος Διονύσιος πράκτωρ πολιτικῶν σεσημείωμαι