Ancient Greek
P.Flor. 1 65
Documentary Papyri, P.Flor. 1 65
Not analysed yet
θαυμασιωτάτῳ Ἰουστ…ου τῆς νέας Ἰουστίνου πόλεως Αὐρήλιος Ἀγένις υἱὸς Ἀβάρωνος μητρὸς θραήσιος πρεσβύτερος τὴν θρησκείαν ἀπὸ ἐποικίου Εὐνούχου τοῦ Ἰουστινουπολείτου νομοῦ. ὁμολογῶ ἐσχηκέναι παρά σου ἐντεῦθεν τὴν συναρέσασάν μοι τιμὴν πλῆρες οἴνου ἐξαξεστιαίων σηκωμάτων τριακοσίων ἑξήκοντα, γίνεται οἴνου ἐξαξεστιαίων σηκώματα τξ, ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου σου παρέχοντος τὰ κοῦφα ἐπάναγκες ἀποδώσω σοι ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τῆς παρούσης τετάρτης ἰνδικτίονος οἴνου ῥύσεως τῆς σὺν θεῷ πέμπτης ἐπινεμήσεως ἀνυπερθέτως ἀναδέχομαι δὲ τὴν τοῦ οἴνου καλλονὴν καὶ παραμονὴν μέχρι ὅλου τοῦ Τῦβι μηνὸς καὶ εἴ γε εὑρηθείη ἐν αὐτῷ μέρη ἢ πάντα φαῦλα ἐμὲ ταῦτα ἀλλάξαι καὶ παρασχεῖν σοι ἐν πρωτίῳ οἴνῳ τὸν δὲ αὐτὸν οἶνον ὁμολογῶ διδόναι σοι ἐκ τῆς μηχανῆς καλουμένης Τζηρὰς καὶ λογο…αλομενος κνίδια δ καὶ μουστάρια δ τὴν δὲ μεταφορὰν τῶν κούφων τοῦ οἴνου ἐμὲ ποιήσασθαι δίχα βλάβης ἀνυπερθέτως κύριον τὸ παρὸν γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀγένις υἱὸς Ἀβάρωνος στοιχεῖ τοῦτο τὸ γράμματιον ὡς πρόκειται Παπνούθιος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Papnutiu etelioth …Ἀγένιος υἱοῦ Ἀράβωνος ἀπὸ ἐποικίου Εὐνούχου οἴνου ἐξαξεστιαίων σηκωμάτων τξ.