Ancient Greek
P.Flor. 1 70
Documentary Papyri, P.Flor. 1 70
Not analysed yet
ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος μηνὸς Χοιὰκ νεομηνίᾳ πρώτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος Αὐρήλιος Ἴσακος υἱὸς Φοιβάμμωνος ἐκ μητρὸς Θαησίας γεωργὸς ἀπὸ ἐποικίου καλουμένου ⲡⲥⲁϩⲃⲏⲟⲩ πεδίων κώμης Τερτεμβύθεως τοῦ Ἑρμοπολίτου νόμου Φλαυίῳ Θεοδώρῳ τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Μαγίστερος ἀπὸ τῆς Ἑρμοπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδέχθαι παρʼ ὑμῶν λόγῳ προχρείας τῆς ἀρδείας τοῦ ὑμετέρου κτήματος καλουμένου ⲡⲙⲁⲅⲕⲁⲥ πεδίων τῆς αὐτῆς κώμης Τερτεμβύθεως τοῦ Ἑρμοπολίτου νόμου χρυσοῦ νομίσματα ἓξ ἀπὸ κερατίων εἰκοσιτριῶν τοῦ νομίσματος ζυγῷ Ἀλεξανδρείας, γίνεται χρυσοῦ νομίσματα ϛ ἀπὸ κερατίων κγ, ἅπερ ὁμολογῶ παρασχεῖν ὑμῖν μέλλων ἀποστῆναι τῆς τούτων γεωργίας τοῦ κτήματος ἐν χρυσῷ ὡς παρέλαβον παρʼ ὑμῶν χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμμάτιον κύριον καὶ βέβαιον. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἴσακος υἱὸς Φοιβάμμωνος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμμάτιον ὡς πρόκειται. Αὐρήλιος Γεώργιος υἱὸς τοῦ μακαρίτου Ἑρμαίωνος ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Θεόδωρος ἐλάχιστος διάκονος υἱὸς Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου. Βίκτωρ Ἰούστου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ παρόντι γραμματίῳ αἰτηθεὶς παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Λεοντίου σὺν θεῷ συμβολαιογράφου ἐγράφη